Σάββατο 17 Δεκεμβρίου 2016

παῖς νεαρὸς ὑπομειδιῶν


poets of old comedy
testimonia

i. Aelian F 99
Ἀσκληπιὸς καὶ τῶν ἐν παιδείᾳ ἦν προμηθής.
φθόῃ γοῦν Θεόπομπον ῥινώμενόν τε καὶ λειβόμενον ἰάσατο
καὶ κωμῳδίας αὖθις διδάσκειν ἐπῆρεν,
ὁλόκληρόν τε καὶ σῶν καὶ ἀρτεμῆ ἐργασάμενος.
καὶ δείκνυται καὶ νῦν ὑπὸ λίθῳ Θεοπόμπου (πατρόθεν ὁμολογοῦντος αὐτὸν τοῦ ἐπιγράμματος·
Τισαμενοῦ γὰρ ἦν υἱός) εἴδωλον Παρίας λίθου.
καὶ ἔστι τὸ ἴνδαλμα τοῦ πάθους μάλα ἐναργές. κλίνη καὶ αὐτὴ λίθου.
ἐπ᾿ αὐτῆς κεῖται νοσοῦν τὸ ἐκείνου φάσμα, χειρουργίᾳ φιλοτέχνῳ·
παρέστηκε δὲ ὁ θεὸς καὶ ὀρέγει οἱ τὴν παιώνιον χεῖρα, καὶ παῖς νεαρὸς ὑπομειδιῶν καὶ οὗτος.
τί δὲ ἄρα νοεῖ ὁ παῖς;
ἐγὼ συνίημι, τοῦ φιλοπαίστην ποιητὴν ὑποδηλοῦν.

ii. Suda θ 171
Θεόπομπος, Θεοδέκτου ἢ Θεοδώρου, Ἀθηναῖος, κωμικός. ἐδίδαξε δράματα κδ΄.
ἔστι δὲ τῆς ἀρχαίας κωμῳδίας κατὰ Ἀριστοφάνην.
δράματα δὲ αὐτοῦ εἰσὶ . . . καὶ ἄλλα πολλά.

Δεν υπάρχουν σχόλια: