Δευτέρα 14 Σεπτεμβρίου 2015

δ' όσοι φρονούσιν εις ημάς μέγα


ΑΦΡΟΔΙΤΗ:

Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ' ἔσω• ὅσοι τε Πόντου τερμόνων τ' Ἀτλαντικῶν ναίουσιν εἴσω, φῶς ὁρῶντες ἡλίου, τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη, 5 σφάλλω δ' ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα. ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε• τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο. δείξω δὲ μύθων τῶνδ' ἀλήθειαν τάχα. 

 ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος, 10 Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα, μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας λέγει κακίστην δαιμόνων πεφυκέναι• ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων, Φοίβου δ' ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην, 15 τιμᾶι, μεγίστην δαιμόνων ἡγούμενος, χλωρὰν δ' ἀν' ὕλην παρθένωι ξυνὼν ἀεὶ κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός, μείζω βροτείας προσπεσὼν ὁμιλίας. τούτοισι μέν νυν οὐ φθονῶ• τί γάρ με δεῖ; 20 

ἃ δ' εἰς ἔμ' ἡμάρτηκε τιμωρήσομαι Ἱππόλυτον ἐν τῆιδ' ἡμέραι• τὰ πολλὰ δὲ πάλαι προκόψασ', οὐ πόνου πολλοῦ με δεῖ. ἐλθόντα γάρ νιν Πιτθέως ποτ' ἐκ δόμων σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων 25 Πανδίονος γῆν πατρὸς εὐγενὴς δάμαρ ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο ἔρωτι δεινῶι τοῖς ἐμοῖς βουλεύμασιν. καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν, πέτραν παρ' αὐτὴν Παλλάδος, κατόψιον 30 γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθείσατο, ἐρῶσ' ἔρωτ' ἔκδημον, Ἱππολύτωι δ' ἔπι τὸ λοιπὸν ὀνομάσουσιν ἱδρῦσθαι θεάν. 

ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα μίασμα φεύγων αἵματος Παλλαντιδῶν 35 καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν, ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη κέντροις ἔρωτος ἡ τάλαιν' ἀπόλλυται σιγῆι, ξύνοιδε δ' οὔτις οἰκετῶν νόσον. 40 

ἀλλ' οὔτι ταύτηι τόνδ' ἔρωτα χρὴ πεσεῖν, δείξω δὲ Θησεῖ πρᾶγμα κἀκφανήσεται. καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν κτενεῖ πατὴρ ἀραῖσιν ἃς ὁ πόντιος ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας, 45 μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῶι• 

ἡ δ' εὐκλεὴς μὲν ἀλλ' ὅμως ἀπόλλυται Φαίδρα• τὸ γὰρ τῆσδ' οὐ προτιμήσω κακὸν τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ δίκην τοσαύτην ὥστε μοι καλῶς ἔχειν. 50 

ἀλλ' εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως στείχοντα, θήρας μόχθον ἐκλελοιπότα, Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων. 

πολὺς δ' ἅμ' αὐτῶι προσπόλων ὀπισθόπους κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν 55 ὕμνοισιν• οὐ γὰρ οἶδ' ἀνεωιγμένας πύλας Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε


Η είσοδος της Αφροδίτης [πρβλ. κατά το στιχηρόν του Πάσχα: Δεύτε από θέας Γυναίκες ευαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ' ἡμῶν χαρᾶς (: ή, αράς! τουλάχιστον εδώ) εὐαγγέλια...] στην τραγωδία του Ευριπίδη Ιππόλυτος. Η οποία ταυτόχρονα μάς εισάγει σε όλη την κείμενη τραγωδία. Το κείμενο εκ του Euripidis fabulae (J. Diggle (ed.), vol. 1. Oxford: Clarendon Press, 1984).

Δεν υπάρχουν σχόλια: