Δευτέρα 2 Μαρτίου 2026

δεινὰ πέλωρα θεῶν


Ιλιάς Β 278-393 ένθα και ούριος άνεμος εφύσηξε στην Αυλίδα

Ὣς φάσαν ἡ πληθύς· ἀνὰ δ᾽ ὁ πτολίπορθος Ὀδυσσεὺς 278
ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη
εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει, 280
ὡς ἅμα θ᾽ οἱ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
«Ἀτρεΐδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν, 285
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
ἐνθάδ᾽ ἔτι στείχοντες ἀπ᾽ Ἄργεος ἱπποβότοιο,
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι.
ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέεσθαι. 290
ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·
καὶ γάρ τίς θ᾽ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι
χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·
ἡμῖν δ᾽ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς 295
ἐνθάδε μιμνόντεσσι· τῶ οὐ νεμεσίζομ᾽ Ἀχαιοὺς
ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης
αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
τλῆτε, φίλοι, καὶ μείνατ᾽ ἐπὶ χρόνον, ὄφρα δαῶμεν
ἢ ἐτεὸν Κάλχας μαντεύεται, ἦε καὶ οὐκί. 300
εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες
μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·
χθιζά τε καὶ πρωΐζ᾽, ὅτ᾽ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
ἡμεῖς δ᾽ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς 305
ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας,
καλῇ ὑπὸ πλατανίστῳ, ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·
ἔνθ᾽ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινός,
σμερδαλέος, τόν ῥ᾽ αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε,
βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. 310
ἔνθα δ᾽ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
ὄζῳ ἐπ᾽ ἀκροτάτῳ, πετάλοις ὑποπεπτηῶτες,
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε τέκνα.
ἔνθ᾽ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·
μήτηρ δ᾽ ἀμφιποτᾶτο ὀδυρομένη φίλα τέκνα· 315
τὴν δ᾽ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
τὸν μὲν ἀρίζηλον θῆκεν θεός, ὅς περ ἔφηνε·
λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·
ἡμεῖς δ᾽ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. 320
ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ᾽ ἑκατόμβας,
Κάλχας δ᾽ αὐτίκ᾽ ἔπειτα θεοπροπέων ἀγόρευε·
“τίπτ᾽ ἄνεῳ ἐγένεσθε, κάρη κομόωντες Ἀχαιοί;
ἡμῖν μὲν τόδ᾽ ἔφηνε τέρας μέγα μητίετα Ζεύς,
ὄψιμον, ὀψιτέλεστον, ὅου κλέος οὔ ποτ᾽ ὀλεῖται. 325
ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε τέκνα,
ὣς ἡμεῖς τοσσαῦτ᾽ ἔτεα πτολεμίξομεν αὖθι,
τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.”
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. 330
ἀλλ᾽ ἄγε, μίμνετε πάντες, ἐϋκνήμιδες Ἀχαιοί,
αὐτοῦ, εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν
Ὣς ἔφατ᾽, Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον, ἀμφὶ δὲ νῆες
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν,
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο· 335
τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
«ὦ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις, οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ᾽ ἀνδρῶν, 340
σπονδαί τ᾽ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
αὔτως γὰρ ἐπέεσσ᾽ ἐριδαίνομεν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ᾽ ἐόντες.
Ἀτρεΐδη, σὺ δ᾽ ἔθ᾽ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
ἄρχευ᾽ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, 345
τούσδε δ᾽ ἔα φθινύθειν, ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
νόσφιν βουλεύωσ᾽ —ἄνυσις δ᾽ οὐκ ἔσσεται αὐτῶν—
πρὶν Ἄργοσδ᾽ ἰέναι, πρὶν καὶ Διὸς αἰγιόχοιο
γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις, εἴ τε καὶ οὐκί.
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα 350
ἤματι τῷ, ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες·
ἀστράπτων ἐπιδέξι᾽, ἐναίσιμα σήματα φαίνων.
τῶ μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι,
πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, 355
τείσασθαι δ᾽ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκόνδε νέεσθαι,
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
ὄφρα πρόσθ᾽ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
ἀλλά, ἄναξ, αὐτός τ᾽ εὖ μήδεο πείθεό τ᾽ ἄλλῳ· 360
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται, ὅττι κεν εἴπω·
κρῖν᾽ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον,
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
γνώσῃ ἔπειθ᾽ ὅς θ᾽ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν 365
ἠδ᾽ ὅς κ᾽ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται·
γνώσεαι δ᾽ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
«ἦ μὰν αὖτ᾽ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν. 370
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
τῶ κε τάχ᾽ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
χερσὶν ὑφ᾽ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκεν, 375
ὅς με μετ᾽ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ᾽ εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ᾽ ἦρχον χαλεπαίνων·
εἰ δέ ποτ᾽ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ᾽ ἔπειτα
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται, οὐδ᾽ ἠβαιόν. 380
νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ᾽ ἀσπίδα θέσθω,
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ᾽ Ἄρηϊ. 385
οὐ γὰρ παυσωλή γε μετέσσεται, οὐδ᾽ ἠβαιόν,
εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
ἀσπίδος ἀμφιβρότης, περὶ δ᾽ ἔγχεϊ χεῖρα καμεῖται·
ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων. 390
ὃν δέ κ᾽ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ᾽ οἰωνούς.» 393
Ὣς ἔφατ᾽, Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον, ὡς ὅτε κῦμα
ἀκτῇ ἐφ᾽ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, 395
προβλῆτι σκοπέλῳ· τὸν δ᾽ οὔ ποτε κύματα λείπει
παντοίων ἀνέμων, ὅτ᾽ ἂν ἔνθ᾽ ἢ ἔνθα γένωνται.
ἀνστάντες δ᾽ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
ἄλλος δ᾽ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων, 400
εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
αὐτὰρ ὁ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, 405
αὐτὰρ ἔπειτ᾽ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
ἕκτον δ᾽ αὖτ᾽ Ὀδυσῆα, Διὶ μῆτιν ἀτάλαντον.
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο· 410
τοῖσιν δ᾽ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
Ζεῦ κύδιστε μέγιστε, κελαινεφές, αἰθέρι ναίων,
μὴ πρὶν ἐπ᾽ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν,
πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα, 415
Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
χαλκῷ ῥωγαλέον· πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
ἀλλ᾽ ὅ γε δέκτο μὲν ἱρά, πόνον δ᾽ ἀμέγαρτον ὄφελλεν. 420
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.
καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, 425
σπλάγχνα δ᾽ ἄρ᾽ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, 430
δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
«Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
μηκέτι νῦν δήθ᾽ αὖθι λεγώμεθα, μηδ᾽ ἔτι δηρὸν 435
ἀμβαλλώμεθα ἔργον, ὃ δὴ θεὸς ἐγγυαλίζει.
ἀλλ᾽ ἄγε, κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
ἡμεῖς δ᾽ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
ἴομεν, ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.» 440
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν πόλεμόνδε κάρη κομόωντας Ἀχαιούς·
οἱ μὲν ἐκήρυσσον, τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα.
οἱ δ᾽ ἀμφ᾽ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες 445
θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη,
αἰγίδ᾽ ἔχουσ᾽ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν 450
ὀτρύνουσ᾽ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
τοῖσι δ᾽ ἄφαρ πόλεμος γλυκίων γένετ᾽ ἠὲ νέεσθαι
ἐν νηυσὶ γλαφυρῇσι φίλην
ἐς πατρίδα γαῖν. 454


ο Ι. Πολυλάς αποδίδει:

Ορθός ωστόσ᾽ ο πορθητής κρατούσεν Οδυσσέας 278
το σκήπτρο, και στο πλάγι του με κήρυκος την όψιν,
η Αθηνά παράγγελνε τα πλήθη να σωπάσουν, 280
ώστε τον λόγον οι Αχαιοί απ᾽ άκρην σ᾽ άκρην όλοι
ν᾽ ακούσουν και την συμβουλήν να πάρουν εις τον νουν τους·
και αυτός με γνώμην αγαθήν ομίλησε στα πλήθη·
«Σήμερα θέλουν οι Αχαιοί, Ατρείδη βασιλέα,
εσέ να κάμουν άτιμον εμπρός στον κόσμον όλον· 285
και ιδού τον λόγον αθετούν που απ᾽ αρχής σου δώσαν,
όταν στην Τροίαν έρχονταν απ᾽ το ιπποτρόφον Άργος,
οπώς θα γύρεις πορθητής των πύργων του Πριάμου.
Και τώρα ωσάν μικρά παιδιά και απόχηρες γυναίκες
τους πήρε το παράπονο να ιδούν τα γονικά τους
· 290
και πώς να μη το επιθυμούν με τόσα που υποφέρουν;
Ο άνθρωπος αδημονεί κι ένα φεγγάρι αν μείνει,
μακράν απ᾽ την γυναίκα του
, στο πλοίον αν τον κλείσαν
χειμώνος άνεμοι κακοί και θάλασσ᾽ αγριωμένη.
Κι εμάς ο χρόνος ένατος στον κύκλον του μας ήβρε 295
ακόμη εδώ να μένομεν· για τούτο εγώ δεν ψέγω
τους Αχαιούς που αδημονούν, αλλ᾽ όμως είν᾽ αισχύνη
πολύν να έμεινες καιρόν και άδειος να γυρίσεις.
Λάβετε, ω φίλ᾽, υπομονήν και καρτερείτε ολίγο
να ιδούμ᾽ εάν του Κάλχαντος τα ρήματ᾽ αληθεύσουν
. 300
Είναι στον νουν μας ζωντανά και μάρτυρες είσθ᾽ όλοι
όσους δεν πήρε ο θάνατος, οπόταν στην Αυλίδα
χθες ή προχθές μου φαίνεταισυνάζονταν τα πλοία
των Αχαιών
καταστροφήν να φέρουν εις τους Τρώας·
κι εμείς στους ιερούς βωμούς, όπου μια βρύση εκύλα 305
κάτω απ᾽ ωραίον πλάτανον τα όμορφα νερά της,
των αθανάτων καίαμεν εξαίσιες εκατόμβες·
μέγα σημάδι εφάνη εκεί, μαύρος σαν αίμα δράκος,
τέρας που έβγαλε στο φως ο ίδιος ο Κρονίδης,
από το βάθος του βωμού στον πλάτανον εχύθη. 310
Εκεί φωλιάζαν σπούργιτες, αφτέρωτα πουλάκια
εις το υψηλότατο κλαδί κρυμμένα μες στα φύλλα
οκτώ
, κι ενάτ᾽ η μάνα τους που τα ᾽χε γεννημένα.
Τα ᾽τρωγε αυτός που έτριζαν ελεεινά και γύρω
πετούσε η μάνα κλαίοντας τα τέκνα της κι ο δράκος 315
᾽στράφη, ετινάχθη κι έπιασεν απ᾽ το φτερό κι εκείνην·
και αφού τα τέκνα όλά ᾽φαγε και ακόμη την μητέρα,
θαύμα τον έστησε ο θεός οπού τον είχε δείξει·
εκεί τον πέτρωσ᾽ ο υιός του κρυπτοβούλου Κρόνου·
κι εμείς όλοι απορούσαμε σ᾽ αυτό που εγίνη εμπρός μας· 320
κι ως ήλθαν ξάφνου ανάμεσα στες θείες εκατόμβες
τέρατα τόσα φοβερά, τον λόγον πήρε ο Κάλχας:
«Πώς όλοι στέκεσθ᾽ άφωνοι; Το μέγ᾽ αυτό σημείον
ο Ζευς μας το ᾽δειξε ο σοφός
, κι ό,τι δηλοί θα γίνει
με τους καιρούς, αλλ᾽ ένδοξο θα μείνει στον αιώνα· 325
καθώς τα τέκνα όλά ᾽φαγε και την μητέρα εκείνος,
οκτώ, κι ενάτη ήταν αυτή που τα ᾽χε γεννημένα,
κι εμείς θα πολεμήσομεν αυτού χρόνους εννέα,
και η πόλις η πλατύδρομη στον δέκατον θα πέσει».
Αυτά μας έλεγε και ιδού που τώρα γίνοντ᾽ όλα. 330
Και, ω μεγαλόψυχοι Αχαιοί, να μείνετε σας λέγω,
ωσότου να πατήσομε τους πύργους του Πριάμου».
Είπε και όλοι εφώναξαν και τρομερά τα πλοία
απ᾽ την βοήν των Αχαιών ως πέρα ηχολογήσαν,
τόσον εις όλους άρεσαν οι λόγοι του Οδυσσέως. 335
Τότ᾽ είπεν ο Γερήνιος ο Νέστωρ ιππηλάτης:
«Ωιμέ, να συναθροίζεσθε και να δημηγορείτε,
ως θα ᾽καναν ανήλικα και απόλεμα παιδία!
Λοιπόν οι συμφωνίες μας κι οι όρκοι τι θα γίνουν;
Θε να καούν οι συμβουλές κι οι γνώμες των ηρώων, 340
οι αγνές σπονδές και των χεριών που εδώκαμεν η πίστις;
Λογομαχούμεν μάταια και τρόπον να σωθούμε,
τόσους καιρούς που ᾽μεθα εδώ δεν έχομ᾽ έβρει ακόμη·
και συ Ατρείδη πάλι ως πριν ασάλευτος στην γνώμην,
συ των Αργείων αρχηγός να είσαι εις τους αγώνες, 345
κι άφησ᾽ εκείνοι να χαθούν, ένας ή δύο που χώρια
βουλεύονται απ᾽ τους Αχαιούς, και του κακού κοπιάζουν,
στο Άργος να γυρίσομεν πριν μάθομ᾽ αν αλήθεια
ή ψέμα θα ᾽ν᾽ η υπόσχεση του αιγιδοφόρου Δία.
Ναι, λέγ᾽ ότι την έδωκεν ο υπέρτατος Κρονίδης 350
αστράφτοντας στα δεξιά με φανερά σημεία
την ώραν όπου ανέβαιναν στα γρήγορα καράβια
οι Αργείοι μαύρον θάνατον να φέρουν εις τους Τρώας.
Όθεν κανείς ας μη βιασθεί να γύρει στην πατρίδα,
πριν λάβει στες αγκάλες του γυναίκ᾽ ανδρός της Τροίας, 355
και δικαιωθούν οι στεναγμοί κι οι πόνοι της Ελένης·
και αν κάποιος θέλει φοβερά να γύρει στην πατρίδα
το χέρι στο κακόστρωτο κρεβάτι του ας απλώσει,
και πριν των άλλων γρήγορα θα κακοθανατίσει.
Αλλά και ατός σου, κύριε, σκέψου καλά και σ᾽ άλλον 360
πείθου και λόγον που θα ειπώ μη τον καταφρονέσεις·
κατά φυλές να χωρισθούν και κατά γέν᾽ οι άνδρες,
ώστε φυλή να βοηθεί φυλήν και γένος γένος.
Και αν τούτο κάμεις κι οι Αχαιοί στον λόγον σου υπακούσουν,
των αρχηγών και των λαών θα ιδείς ποιος είναι ανδρείος 365
και ποιος δειλός, ως χωριστά θα πολεμά καθένας·
θα ιδείς αν είναι από θεού την πόλιν να μη πάρεις
ή από δειλίαν των ανδρών και αμάθειαν του πολέμου».
Τότε σ᾽ αυτόν απάντησεν ο κραταιός Ατρείδης:
«Στες συμβουλές πόσο νικάς τους Αχαιούς, ω γέρε! 370
πατέρα Δία και Αθηνά και Απόλλων, ω θεοί μου,
αν είχα δέκα ωσάν εσέ συμβούλους στο πλευρό μου·
στην δύναμίν μας γρήγορα η πόλις του Πριάμου
θα έσκυφτε, και χαλασμός κι ερμιά θα την πλακώναν.
Αλλά μ᾽ εταλαιπώρησεν ο υπέρτατος Κρονίδης, 375
που σ᾽ έχθρες αδιόρθωτες και σ᾽ έριδες μ᾽ εμπλέκει·
ότι ελογομαχήσαμεν εγώ και ο Πηλείδης
χάριν της κόρης και βαρύς εδείχθηκα εγώ πρώτος·
αλλ᾽ αν ομογνωμήσομε και παλ᾽ εμείς οι δύο,
δε θε ν᾽ αργήσει ουδέ στιγμήν ο όλεθρος των Τρώων. 380
Τώρα θα γευματίσετε, κατόπι αρματωθείτε·
σιάσετε τες ασπίδες σας τροχίσετε τες λόγχες·
άφθονην δώσετε τροφήν στα γρήγορα πουλάρια,
τ᾽ αμάξια θεωρήσετε, με τούτο στην καρδιά σας,
που θα κρατούμε ολήμερα τον φονικόν αγώνα 385
και δεν θα έχει ο πόλεμος ξανάσασμα κανένα
ως να ᾽λθ᾽ η νύκτα την ορμήν να κόψει των ανδρείων·
στα στήθη σας και το λουρί της κυκλωτής ασπίδος
θα ιδρώσει και το χέρι σας στην λόγχην θ᾽ αποκάμει,
και θα ιδρώσουν τ᾽ άλογα στ᾽ αμάξι τανυσμένα. 390
Κι αν απ᾽ τον πόλεμον μακράν εις τα κυρτά καράβια
μείνει κανείς και τον ιδώ, να μην ελπίσει εκείνος
που δεν θα γίνει σπάραγμα των όρνεων και των σκύλων». 393
Είπε και όλοι εβόησαν, καθώς βοά το κύμα
από του Νότου την ορμήν επάνω σ᾽ ακρωτήρι, 395
που βγαίνει εμπρός στην θάλασσαν και πάντοτε το δέρνουν
τα κύματ᾽ όπως έρχονται απ᾽ όλους τους ανέμους.
Τα πλήθη τότ᾽ εσκόρπισαν τριγύρω στα καράβια,
φωτιά στες σκηνές άναψαν κι εκάθισαν να φάγουν·
κι εις έναν από τους θεούς θυσίαζε ο καθένας 400
κι εύχονταν νά ᾽βγει ζωντανός απ᾽ τον φρικτόν αγώνα·
αλλά βόδι πεντάχρονον ο μέγας Αγαμέμνων
παχύτατο εθυσίασε του φοβερού Κρονίδη
,
και των Παναχαιών εκεί τους γέροντας καλούσε
και πρώτιστα τον Νέστορα και τον Ιδομενέα, 405
τους δυο κατόπιν Αίαντες, και τον Τυδείδην, κι έκτον
τον Οδυσσέα, πόμοιαζε στην γνώση με τον Δία,
και μόνος αυτοκάλεστος του ήλθεν ο γενναίος
Μενέλαος που εγνώριζε πόσες φροντίδες είχε·
και αφού στο βόδι ολόγυρα επήραν τα κριθάρια, 410
άρχισ᾽ ο Ατρείδης την ευχήν: «Υπέρτατε Κρονίδη,
ένδοξε, μαυρονέφελε, εγκάτοικε του αιθέρος,
δώσε πριν πέσει ο ήλιος και το σκοτάδι φθάσει
χάμω στην γην το μέγαρον να ρίξω
του Πριάμου

ασβολωτό και στη φωτιά τες πύλες του να λιώσω, 415
και τον Εκτόρειον θώρακα με το σπαθί να σχίσω
στα αιματωμένα στήθη του, κι επίστομα στην σκόνη
γύρω του σύντροφοι πολλοί το χώμα να δαγκάσουν».
Είπε, αλλ᾽ ο Δίας την ευχήν δεν έστεργε, κι εδέχθη
την προσφοράν και δυνατόν του ετοίμαζεν αγώνα· 420
και αφού τες ευχές έκαμαν κι ερίξαν τα κριθάρια,
τον τράχηλον του εσήκωσαν, το σφάξαν και το γδάραν,
και αφού χωρίσαν τα μεριά με διπλωτό κνισάρι
τα σκέπασαν κι επάνω των ωμά κομμάτια θέσαν·
και αυτά με σχίζες άφυλλες εκαίαν, και τα σπλάχνα 425
εσούβλισαν και στην φωτιάν επάνω τα κρατούσαν·
και αφού καήκαν τα μεριά κ εγεύθηκαν τα σπλάχνα
ελιάνισαν τα επίλοιπα
, τα επέρασαν στες σούβλες,
και αφού με τέχνην τα ᾽ψησαν απ᾽ την φωτιά τα πήραν.
Κι άμ᾽ απ᾽ τον κόπον έπαυσαν, κι ετοίμασαν το γεύμα, 430
έτρωγαν κι όλ᾽ ισόμοιρα χαρήκαν το τραπέζι,
και άμα εφάγαν κι έπϊαν όσ᾽ ήθελε η ψυχή τους,
ο Νέστωρ είπε προς αυτούς: «Ατρείδη βασιλέα,
με ομιλίες τον καιρό μη τρίβομ᾽ εδώ πέρα,
και ανάγκη είναι ν᾽ αρχίσομε χωρίς αργοπορίαν 435
το έργον τούτο, που ο θεός μας έδωκε στο χέρι·
και οι κήρυκες των Αχαιών τα χαλκοφόρα πλήθη
ας κράξουν να συναθροισθούν απ᾽ όλα τα καράβια,
κι εμείς ας πάμε όλοι μαζί στο στράτευμα τριγύρω
στα στήθη των ν᾽ ανάψομεν την λύσσαν του πολέμου». 440
Αυτά είπεν ο γέροντας, και ο μέγας Αγαμέμνων
τους ψηλοφώνους κήρυκες παράγγειλε να κράξουν
στον πόλεμον των Αχαιών τ᾽ αντρειωμένα πλήθη

και γρήγορα στο κήρυγμα συναθροιζόνταν όλοι.
Τους διαχωρίζαν με σπουδήν οι βασιλείς οι θείοι 445
με τον Ατρείδη κι η Αθηνά στην μέσ᾽ η γλαυκομάτα
με ατίμητην, αγέραστην, αθάνατην αιγίδα·
που εκατόν κρόσες γύρω της ολόχρυσες κρεμόνταν,
καλοπλεγμένες κι εκατόν αξίζει βόδια η μία·
με αυτήν περνούσε ως αστραπή των Αχαιών τα πλήθη 450
και τ᾽ άναφτε κι εγέμιζε τα στήθη τους ανδρείαν
να μάχονται να πολεμούν και παύσιν να μη θέλουν
.
Και αγάπησαν τον πόλεμον καλύτερα ή να γύρουν
με τα βαθιά καράβια τους, στην ποθητήν πατρίδα. 454



Νέα επίκληση Μουσών για τον Κατάλογο των Νηών

Ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι—
ὑμεῖς γὰρ θεαί ἐστε, πάρεστέ τε, ἴστέ τε πάντα, 485
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν—
οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
πληθὺν δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
οὐδ᾽ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ᾽ εἶεν,
φωνὴ δ᾽ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, 490
εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι, Διὸς αἰγιόχοιο
θυγατέρες, μνησαίαθ᾽ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. 494

ο Ι. Πολυλάς και πάλι αποδίδει:

Μούσες, του Ολύμπου κάτοικες, διδάξετέ με τώρα
είσθε θεές και βρίσκεσθε παντού και ηξεύρετ᾽ όλα, 485
τίποτ᾽ εμείς δεν ξεύρομεν, την φήμην μόνο ακούμε,—
των Δαναών οι βασιλείς και οι άρχοι τίνες ήσαν·
του πλήθους τα ονόματα να ειπώ δεν θα ημπορούσα
εγώ κι αν δέκα στόματα κι αν δέκα γλώσσες είχα,
κι αν είχ᾽ ασύντριφτην φωνήν και χάλκινα τα στήθη· 490
μόνον οι κόρες του Διός αιγιδοφόρου, οι Μούσες
Ολυμπιάδες θα ᾽λεγαν πόσοι στην Τροίαν ήλθαν·
αλλά θα ειπώ τους αρχηγούς και όλα τα καράβια. 494

Σχόλια του J. La Roche στο αρχαίο κείμενο:

298 δηρόν: δηρός -ή -όν = μακρός, μακροχρόνιος. Συχνά το ουδ. κείται ως επίρρημα.
303 Αυλίς λιμήν Βοιωτίας προς την Χαλκίδα, νυν λέγεται Βαθύ. Αυτού συνηθροίσθησαν οι Έλληνες πριν εκπλεύσωσιν εις Τροίαν. Αυτόθεν και ο Αγησίλαος επισήμως ήθελε θύσας να εκπλεύση εις Ασίαν, αλλ' εκωλύθη υπό των Βοιωταρχών. Ξεν.Ελλ. ΙΙΙ,4.3.
307 υπό πλατανίστω: επί Παυσανίου εν τω εν Αυλίδι ναώ της Αρτέμιδος εφυλάττετο τεμάχιόν τι της πλατάνου ταύτης, εδεικνύετο δε και η πηγή, πλησίον της οποίας ήτο η πλάτανος. Παυσ. ΙΧ 19,7.
308 σήμα: σημείον δράκων: εκ του δέρκομαι, όπως όφις εκ της ρίζης οπ. Ούτω λέγεται ο όφις διά το διαπεραστικόν αυτού βλέμμα.
321 πέλωρ, πέλωρον = τέρας, τεράστιον πράγμα. Εντεύθεν τα επίθ. πέλωρος και πελώριος.
336 Γερήνιος: Ότε ο Ηρακλής κατέστρεψε την Πύλον ο Νέστωρ παις ών κατέφυγεν εις την Γερηνίαν ή τα Γέρηνα, πόλιν του Μεσσηνιακού κόλπου και εκεί ανετράφη. Εντεύθεν το επίθετον αυτού Γερήνιος.
355 τινα: κάποιος, τ.έ. έκαστος. Αι γυναίκες πόλεως κυριευομένης απήγοντο ως δούλαι (Ζ 455, Ι 594), όθεν η άγροικος και σύμφωνος προς τας ορμάς κοινού στρατιωτου έκφρασις του Νέστορος σημαίνει απλώς: πριν κυριεύσητε την Ίλιον.
356 ορμήματα: δεν σημαίνει κόπους, αλλά σκέψεις, συλλογαίς (πρβλ. ορμαίνω = διαλογίζομαι), της Ελένης περί της παρούσης καταστάσεώς της, τύψεις δηλ. της συνειδήσεως, ότε ανελογίζετο τον φοβερόν πόλεμον και το πιθανόν αυτού αποτέλεσμα.
371: Είναι συχνός τύπος ευχής, καθ' όν τρεις θεούς επικαλούνται συνήθως επί ανεκπληρώτων πραγμάτων. Δ 288, Η 132, Π 97.
381 άριστον: παρ' Ομήρω είναι το πρωινόν φαγητόν γινόμενον μικρόν μετά την ανατολήν, δείπνον δ' είναι το κύριον γεύμα το περί την μεσημβρίαν, ή και ενωρίτερον ή βραδύτερον, αν ήτο τις ανάγκη, όπως ενταύθα η μάχη. τέλος δόρπον είναι το εσπερινόν φαγητόν.
409 αδελφεός: ο Όμηρος έχει αδελφεός (όχι αδελφός), κασιγνήτη (όχι αδελφή), επίσης δένδρεον (όχι δένδρον).
414 μέλαθρον: είναι η μεγάλη δοκός η βαστάζουσα την στέγην, έπειτα δε σημαίνει την στέγην και την όλην οικίαν. Παράγεται εκ του μελαίνομαι. Ήτο δε όντως καπνισμένη η στέγη.
415 αιθαλόεν: υπό καπνού μαυρισμένον, υπό του πυρός, το οποίον εντός είδους τινός πυραύνου ανήπτετο προς φωτισμόν και θέρμανσιν (τ 64).
417 ρωγαλέος = κατασχισμένος. εκ του ρωξ - ρωγός (= σχισμάδα) ό εκ του ρήγνυμι.
426 αμπείραντες: αφού επέρασαν αυτά εις τους οβελούς.
Ηφαίστοιο = πυρός. Πρβλ. Ι 468, Ρ 88, Ψ 33, κείται δηλ. ο θεός αντί του στοιχείου αυτού, όπως Αμφιτρίτη μ 97 = θάλασσα. Άρης = πόλεμος. Αφροδίτη χ 444 = έρως. Αχελώος = ύδωρ Ευρ. Βακχ. 675.
484: Επί μεγάλων απαριθμήσεων, όπου απαιτείται ακρίβεια, και επί διηγήσεως σπουδαίων συμβάντων ο ποιητής επικαλείται τας Μούσας, ίνα βοηθήσωσι την μνήμην του, Λ 218, Ξ 508, Π 112.

Τα σχόλια από την έκδοση Παπαδήμα: Ομήρου Ιλιάς Α. Καραπαναγιώτου (1893).

Δεν υπάρχουν σχόλια: