Παρασκευή 15 Σεπτεμβρίου 2017

γιὰ τὸν Καλυδώνιον σῦν καὶ τὴν Γοργόνην...


[...] Ἐν πολλοῖς δὲ καὶ τοὺς τῇ ἀστρικῇ προσκειμένους προσιέμενος ἄλλα τε ταῖς αὐτῶν ὑποθήκαις ὑπείκων εἰργάζετο, καὶ δὴ καὶ τὸν Καλυδώνιον σῦν, ὃς ἐν τῷ ἱππικῷ φρίσσων τὴν ἐπινώτιον τρίχα ῥύδην φέρεται, τῆς βάσεως καθελὼν μετήνεγκεν εἰς τὸ μέγα παλάτιον, τὸν τὴν ὁρμὴν συώδη καὶ ἀτάσθαλον δῆμον τῆς πόλεως καταστελεῖν ἐντεῦθεν οἰόμενος.

Ἀλλὰ καὶ τῶν ἀγοραίων οἱ φιλοινότεροι τὸ ἑστὼς ἐπὶ στήλης ἐν τῷ Κωνσταντινείῳ φόρῳ τῆς Ἀθηνᾶς ἄγαλμα εἰς πλεῖστα διεῖλον τμήματα· ἐδόκει γὰρ τοῖς ἄφροσι σύρφαξιν ὑπὲρ τῶν ἐξ ἑσπέρας ἐστοιχειῶσθαι τοῦτο στρατῶν. ἀνέβαινε μὲν τὴν ἡλικίαν ὄρθιον ὡς ἐς τριακάδα ποδῶν, ἠμφίεστο δὲ στολὴν ἐξ ὁποίας ὕλης ὅλον τὸ ἰνδαλλόμενον κεχαλκούργητο. ποδήρης δ᾿ ἦν ἡ στολὴ καὶ συμπτυσσομένη πολλαχῇ τῶν μερῶν, ὡς μή τι τοῦ σώματος παραφαίνοιτο, ὅπερ ἡ φύσις περιστέλλειν ἐπέταξε. μίτρα δ᾿ Ἄρεος τὴν ἰξὺν διειληφυῖα ἱκανῶς αὐτὴν περιέσφιγγεν. εἶχε δὲ κἀπὶ τοῖς στέρνοις ὂν ὀρθοτίτθιον ποικίλον αἰγιδῶδες ἐπένδυμα, τῶν ὤμων διεξικνούμενον, τὴν τῆς Γοργόνης τυποῦν κεφαλήν. ὁ δέ γε αὐχὴν ἀχίτων ὢν καὶ πρὸς τὸ δολιχόδειρον ἐκτεινόμενος ἄμαχον εἰς ἡδονὴν θέαμα ἦν. τοσοῦτον δ᾿ ὁ χαλκὸς πρὸς τὴν ἑκάστου μίμησιν πειθήνιος ὑπηλλάττετο, ὥστε καὶ τὰ χείλη δόξαν παρεῖχον, ὡς εἰ προσμενεῖ τις, μείλιχον φωνὴν ἐνωτίσεται. καὶ φλεβῶν δὲ διεκτάσεις ὑπεκρίνοντο καὶ ὡς ὑγρὸν ὅλον τὸ σῶμα ἐν οἷς ἔδει περιεκλᾶτο καὶ ζωῆς ἀπέχον μετεῖχεν ὡς ζῶν ἀνθηρότητος, τοὺς ὀφθαλμοὺς ἱμέρῳ παντὶ ῥεόμενον. ἵππουρις δ᾿ ἐπικειμένη τῇ κεφαλῇ δεινὸν καθύπερθεν ἔνευεν. ἡ δὲ κόμη ἐς πλέγμα συνεστραμμένη καὶ δεσμουμένη ὄπισθεν, ὅση κέχυτο ἐκ μετώπων, τρυφή τις ἦν ὀφθαλμῶν, μὴ ἐπίπαν τῷ κράνει συνεχομένη, ἀλλά τι καὶ παρεμφαίνουσα τοῦ πλοχμοῦ.ῶν δὲ χειρῶν ἡ μὲν λαιὰ τὰ συνεπτυγμένα τῆς ἐσθῆτος ἀνέστελλε, θατέρα δ' ἐκτεινομένη πρὸς κλίμα τὸ νότιον εἶχε καὶ τὴν κεφαλὴν ἠρέμα ἐγκλινομένην ἐκεῖ καὶ τὰς τῶν ὀφθαλμῶν ἐπ᾿ ἴσης τεινομένας βολάς· ὅθεν οἱ μηδὲ τὰς θέσεις τῶν περάτων ὁπωσοῦν ἐπιστάμενοι ἐς ἑσπέραν ἀφορᾶν τὸ ἄγαλμα διετείνοντο καὶ οἷον ἐπισπᾶσθαι χειρὶ τὰ ἐκ δυσμόθεν στρατεύματα, κακῶς κρίνοντες καὶ μὴ πρὸς ἔννοιαν ὀρθὴν τοῖς ὁρατοῖς ἐπιβάλλοντες.


(Διήγησις Χρονική Νικήτα Χωνιάτου,  
 ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
 ΚΑΙ ΛΗΓΟΥΣΑ ΜΕΧΡΙ ΤΗΣ ΑΛΩΣΕΩΣ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
 ΣΥΜΒΑΝΤΑ ΤΟΙΣ ΡΩΜΑΙΟΙΣ, σσ. 238-239).

Άλλο απόσπασμα από το ίδιο έργο εδωδά.

Δεν υπάρχουν σχόλια: