ΤΟΥ ΑΥΤΟΥ ΜΑΚΑΡΙΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ ΤΟΥ ΧΩΝΕΙΑΤΟΥ
ΑΠΟ ΤΗΣ ΑΥΤΟΥ ΙΣΤΟΡΙΑΣ
ΤΗΣ ΠΕΡΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
Ἵνα δὲ μὴ μακροτέρᾳ τῇ ἱστορίᾳ χρώμενοι πολυπλοκωτέρας ἐντεῦθεν τὰς λύπας κτώμεθα, ταυτὶ μὲν παρήσομεν, ἐκεῖνα δ᾿ ἐν ἐπιτομῇ τῷ λόγῳ δώσομεν. Τῆς γὰρ ἡμετέρας βασιλείας ἄρτι διαπεττευθείσης ἐς τοὺς Φραγγίσκους, ὁμοίως δὲ καὶ τῆς ἀρχιερωσύνης κληρωθείσης τοῖς Βενετίκοις, οἷς ἐπίσταται κρίμασιν ὁ τοῦ κοσμικοῦ τοῦδε σκάφους σκευαστὴς καὶ κυβερνήτης Κύριος, ἵκετο ἐκ Βενετίας πατριάρχης Κωνσταντινουπόλεως Θωμᾶς τις τοὔνομα, τὴν μὲν ἡλικίαν μέσος, τὴν δὲ σωματικὴν πλάσιν λακκευτοῦ συὸς εὐτραφέστερος· ἦν δὲ καὶ λεῖος ξυρῷ τὸ τοῦ προσώπου ἔδαφος, ὡς οἱ λοιποὶ τῶν ἐκ τοῦ γένους ἐκείνῳ, καὶ τὰς ἐνστηθίους παρατετιλμένος τρίχας ἀκριβέστερον δρώπακος, ἀμπεχόμενος δὲ καὶ στολὴν συνυφασμένην μικροῦ τῷ δέρματι καὶ ῥαφιδουμένην ἑκάστης τὰ ἐς καρπούς, δακτύλιόν τε τῇ χειρὶ περιστρέφων, ἐνίοτε δὲ καὶ τὰ ἐκ δέρρεων ἐς δακτύλους διεσχισμένα τῶν χειρῶν φυλακτήρια περικείμενος. ὡρᾶτο δὲ καὶ τὸ περὶ αὐτὸν ὡσιωμένον θεῷ σύστημα καὶ τὴν θυωρὸν ἀμφιπονούμενον τράπεζαν τῆς αὐτῆς ἐχόμενον κεραμείας καὶ τῷ καθηγεμόνι πανείκελον τὰ ἐς στολὴν καὶ δίαιταν καὶ τὸν τοῦ πώγωνος θερισμόν.
Διήγησις Χρονική Νικήτα Χωνιάτου (σ. 274)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου