εὗρον τέρμα τοῦ βίου, ξένε!
Στίχοι τοῦ μεγάλου λογαριαστοῦ ἐπιτύμβιοι εἰς τὴν δέσποιναν Κομνηνὴν κυρὰν Εἰρήνην.
Ἀλλ' ἦλθεν αἴφνης φεῦ τὸ θανάτου ξίφος
Ἄελπτον ἀδόκητον ὥσπερ ἐκ λόχου,
Καί με πρὸ ὥρας ἐκθερίζει τοῦ βίου·
Οὐκ ἔσχε φειδὼ τῆς ἐμῆς ἡλικίας,
Οὐ τὴν ἄωρον ἐκτομὴν ὑπεστάλη,
Ἀνθοῦσαν ἐξέκοψεν ὡς ὠμὸν στάχυν
Πρόρριζον ἀνέσπασεν ὡς φθιτὸν φθίνον.
[…]
Τῆς καρδίας τίς ἡμερώσει τὸν σάλον;
Τίς παρακαλῶν καὶ παρήγορος φθάνων
Ἐξευμαρίσει τὸ τραχύνον τῆς λύπης;
Ὡς δειλιῶ–καλὸς γάρ ἐστι καὶ νέος–
Μὴ τοῖς ὀδυρμοῖς συντακῇ καὶ τοῖς γόοις.
Ποθῶ γὰρ αὐτὸν ἐς πολὺν ζῆσαι χρόνον,
Ἄωρον αὐτὴ κἂν ἔλιπον τὸν βίον·
Πνέω δὲ τοῦτον, κἂν τελῶ πνοῆς δίχα.
Τοιοῦτον εὗρον τέρμα τοῦ βίου, ξένε.
Γεωργίου Ακροπολίτου, Επιτάφιος στην Αυτοκράτειρα Ειρήνη, Epitaphius in Irenam imperatricem
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου